Μετάβαση στο περιεχόμενο

Πυθαγόρας

Από Βικιφθέγματα
(Ανακατεύθυνση από Πυθαγόρας ο Σάμιος)
Πυθαγόρας

Ο Πυθαγόρας ο Σάμιος (Σάμος 580 π.Χ. - Μεταπόντιον της Ιταλικής Λουκανίας 500 π.Χ.), ήταν μέγας φιλόσοφος, φυσικός ερευνητής και μέγας εφευρέτης.

Αποφθέγματα

[επεξεργασία]
  • Άσε τους μεγάλους δρόμους και πάρε τα στενά.
  • Είναι αδύνατο να θεωρείται ελεύθερος αυτός που είναι δούλος στα πάθη του και κυριαρχείται από αυτά.
  • Μηδὲν θαυμάζειν.
  • Ο άνθρωπος είναι θνητός με τους φόβους του, και αθάνατος με τις επιθυμίες του.
  • Ο κόσμος είναι αριθμοί.
  • Όσο ο Άνθρωπος συνεχίζει να είναι ο άσπλαχνος καταστροφέας των κατώτερων ζώντων όντων δεν θα γνωρίσει ποτέ υγεία και ειρήνη. Γιατί όσο οι άνθρωποι κατασφάζουν τα ζώα, θα σκοτώνουν ο ένας τον άλλο. Πράγματι, αυτός που σπείρει τον καρπό του φόνου και του πόνου δεν μπορεί να δρέψει χαρά και αγάπη.
  • Ποίει ά κρίνεις είναι καλά, καν ποιών μέλλης αδοξείν. Φαύλος γαρ κριτής παντός καλού πράγματος όχλος.
    • Να κάνεις αυτά που νομίζεις πως είναι σωστά, έστω κι αν κάνοντας αυτά πρόκειται να σε κακολογήσουν. Γιατί ο όχλος είναι κακός κριτής κάθε καλού πράγματος
  • Πράξης, δ' αισχρόν ποτέ μήτε μετ' άλλου μήτ' ιδίη. Πάντων δε μάλιστ' αισχύνεο σαυτόν.
    • Ποτέ να μην κάνεις τίποτα αισχρό, ούτε μαζί με άλλον, ούτε μόνος σου. Περισσότερο απ' όλους να ντρέπεσαι τον εαυτό σου
  • Ψεύδος δ' ήν περ' τι λέγηται, πράως έχε.
    • Αν λέγεται κάποιο ψέμα, να το αντιμετωπίζεις με ηρεμία

Χρυσά Έπη

[επεξεργασία]

Ἀθανάτους μὲν πρῶτα θεούς, νόμωι ὡς διάκεινται,
τίμα καὶ σέβου ὅρκον. ἔπειθ' ἥρωας ἀγαυούς
τούς τε καταχθονίους σέβε δαίμονας ἔννομα ῥέζων
τούς τε γονεῖς τίμα τούς τ' ἄγχιστ' ἐγγεγαῶτας.

5 τῶν δ' ἄλλων ἀρετῆι ποιοῦ φίλον ὅστις ἄριστος.
πραέσι δ' εἶκε λόγοισ' ἔργοισί τ' ἐπωφελίμοισι.
μηδ' ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς,
ὄφρα δύνῆι• δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει.
Ταῦτα μὲν οὕτως ἴσθι, κρατεῖν δ' εἰθίζεο τῶνδε•

10 γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου λαγνείης τε
καὶ θυμοῦ. πρήξηις δ' αἰσχρόν ποτε μήτε μετ' ἄλλου
μήτ' ἰδίηι• πάντων δὲ μάλιστ' αἰσχύνεο σαυτόν.
εἶτα δικαιοσύνην ἀσκεῖν ἔργωι τε λόγωι τε,
μηδ' ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε,

15 ἀλλὰ γνῶθι μέν, ὡς θανέειν πέπρωται ἅπασιν,
χρήματα δ' ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτ' ὀλεσθαι.
ὅσσα δὲ δαιμονίαισι τύχαις βροτοὶ ἄλγε' ἔχουσιν,
ἣν ἂν μοῖραν ἔχηις, ταύτην φέρε μὴδ' ἀγανάκτει.
ἰᾶσθαι δὲ πρέπει καθ' ὅσον δύνηι, ὧδε δὲ φράζευ•

20 οὐ πάνυ τοῖς ἀγαθοῖς τούτων πολὺ Μοῖρα δίδωσιν.
Πολλοὶ δ' ἀνθρώποισι λόγοι δειλοί τε καὶ ἐσθλοί
προσπίπτουσ', ὧν μήτ' ἐκπλήσσεο μήτ' ἄρ' ἐάσηις
εἴργεσθαι σαυτόν. ψεῦδος δ' ἤν πέρ τι λέγηται,
πράως εἶχ'. ὃ δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω•

25 μηδεὶς μήτε λόγωι σε παρείπηι μήτε τι ἔργωι
πρῆξαι μηδ' εἰπεῖν, ὅ τί τοι μὴ βέλτερόν ἐστιν.
Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται•
δειλοῦ τοι πράσσειν τε λέγειν τ' ἀνόητα πρὸς ἀνδρός.
ἀλλὰ τάδ' ἐκτελέειν, ἅ σε μὴ μετέπειτ' ἀνιήσει.

30 πρᾶσσε δὲ μηδὲ ἓν ὧν μὴ ἐπίστασαι, ἀλλὰ διδάσκευ
ὅσσα χρεών, καὶ τερπνότατον βίον ὧδε διάξεις.
οὐ δ' ὑγιείας τῆς περὶ σῶμ' ἀμέλειαν ἔχειν χρή,
ἀλλὰ ποτοῦ τε μέτρον καὶ σίτου γυμνασίων τε
ποιεῖσθαι. μέτρον δὲ λέγω τόδ', ὃ μή σ' ἀνιήσει.

35 εἰθίζου δὲ δίαιταν ἔχειν καθάρειον ἄθρυπτον
καὶ πεφύλαξο τοιαῦτα ποιεῖν, ὁπόσα φθόνον ἴσχει.
μὴ δαπανᾶν παρὰ καιρὸν ὁποῖα καλῶν ἀδαήμων
μηδ' ἀνελεύθερος ἴσθι. μέτρον δ' ἐπὶ πᾶσιν ἄριστον.
πρᾶσσε δὲ ταῦθ', ἅ σε μὴ βλάψει, λόγισαι δὲ πρὸ ἔργου.

40 Μὴ δ' ὕπνον μαλακοῖσιν ἐπ' ὄμμασι προσδέξασθαι,
πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν•
«πῆι παρέβην; τί δ' ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;»
ἀρξάμενος δ' ἀπὸ πρώτου ἐπέξιθι καὶ μετέπειτα
δειλὰ μὲν ἐκπρήξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπευ.

45 Ταῦτα πόνει, ταῦτ' ἐκμελέτα, τούτων χρὴ ἐρᾶν σε•
ταῦτά σε τῆς θείης Ἀρετῆς εἰς ἴχνια θήσει
ναὶ μὰ τὸν ἁμετέραι ψυχᾶι παραδόντα τετρακτύν,
παγὰν ἀενάου φύσεως. ἀλλ' ἔρχευ ἐπ' ἔργον
θεοῖσιν ἐπευξάμενος τελέσαι. Τούτων δὲ κρατήσας

50 γνώσεαι ἀθανάτων τε θεῶν θνητῶν τ' ἀνθρώπων
σύστασιν, ἧι τε ἕκαστα διέρχεται, ἧι τε κρατεῖται,
γνώσηι δ', ἣ θέμις ἐστί, φύσιν περὶ παντὸς ὁμοίην,
ὥστε σε μήτε ἄελπτ' ἐλπίζειν μήτε τι λήθειν.
γνώσηι δ' ἀνθρώπους αὐθαίρετα πήματ' ἔχοντας

55 τλήμονας, οἵτ' ἀγαθῶν πέλας ὄντων οὔτ' ἐσορῶσιν
οὔτε κλύουσι, λύσιν δὲ κακῶν παῦροι συνιᾶσιν.
τοίη μοῖρ' αὐτῶν βλάπτει φρένας• ὡς δὲ κύλινδροι
ἄλλοτ' ἐπ' ἄλλα φέρονται ἀπείρονα πήματ' ἔχοντες.
λυγρὰ γὰρ συνοπαδὸς Ἔρις βλάπτουσα λέληθεν

60 σύμφυτος, ἣν οὐ δεῖ προάγειν, εἴκοντα δὲ φεύγειν.
Ζεῦ πάτερ, ἦ πολλῶν κε κακῶν λύσειας ἅπαντας,
εἰ πᾶσιν δείξαις, οἵωι τῶι δαίμονι χρῶνται.
ἀλλὰ σὺ θάρσει, ἐπεὶ θεῖον γένος ἐστὶ βροτοῖσιν,
οἷς ἱερὰ προφέρουσα φύσις δείκνυσιν ἕκαστα.

65 Ὧν εἴ σοί τι μέτεστι, κρατήσεις ὧν σε κελεύω
ἐξακέσας, ψυχὴν δὲ πόνων ἀπὸ τῶνδε σαώσεις.
ἀλλ' εἴργου βρωτῶν ὧν εἴπομεν ἔν τε Καθαρμοῖς
ἔν τε Λύσει ψυχῆς, κρίνων καὶ φράζευ ἕκαστα
ἡνίοχον γνώμην στήσας καθύπερθεν ἀρίστην.

70 ἢν δ' ἀπολείψας σῶμα ἐς αἰθέρ' ἐλεύθερον ἔλθηις,
ἔσσεαι ἀθάνατος, θεός ἄμβροτος, οὐκέτι θνητός.



Πυθαγόρειος Πίνακας

[επεξεργασία]

Χ

1

2

3

4

5

6

7

8

9

10

1

1

2

3

4

5

6

7

8

9

10

2

2

4

6

8

10

12

14

16

18

20

3

3

6

9

12

15

18

21

24

27

30

4

4

8

12

16

20

24

28

32

36

40

5

5

10

15

20

25

30

35

40

45

50

6

6

12

18

24

30

36

42

48

54

60

7

7

14

21

28

35

42

49

56

63

70

8

8

16

24

32

40

48

56

64

72

80

9

9

18

27

36

45

54

63

72

81

90

10

10

20

30

40

50

60

70

80

90

100


Εξωτερικοί σύνδεσμοι

[επεξεργασία]
  • Τα Χρυσά Έπη Αφήγηση στα αρχαία ελληνικά από την Ελένη Κεμικτσή.
Wikipedia logo
Wikipedia logo
Στη Βικιπαίδεια υπάρχει λήμμα σχετικό με: