Μετάβαση στο περιεχόμενο

Προμηθέας

Από Βικιφθέγματα
Prometheus bringt der Menschheit das Feuer (1817) από τον Heinrich Füger

Ο Προμηθέας ήταν μυθική μορφή της αρχαιότητας. Γιος του Τιτάνα Ιαπετού και της Ωκεανίδας Ασίας ή Θέμιδας ή Αίθρας ή Κλυμένης.  Αδέλφια του ήταν οι Ιαπετίδες Επιμηθέας, Άτλας και Μενοίτιος.  Το όνομά του σημαίνει «συνετός», «προνοητικός». Παράγεται από την πρόθεση «προ» και το ουσιαστικό «μῆτις» (=σκέψη)

Αποφθέγματα

[επεξεργασία]

Ησίοδου αποφθέγματα

[επεξεργασία]
  • κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·
    ῥῃδίως γάρ κεν καὶ ἐπ᾽ ἤματι ἐργάσσαιο,
    ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
    αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
    ἔργα βοῶν δ᾽ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
    ἀλλὰ Ζεὺς ἔκρυψε, χολωσάμενος φρεσὶν ᾗσιν,
    ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης.
    τοὔνεκ᾽ ἄρ᾽ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
    κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πᾴς Ἰαπετοῖο
    ἔκλεψ᾽ ἀνθρώποισι Διὸς πάρα μητιόεντος
    ἐν κοίλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
    τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·

    Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
    χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,
    σοί τ᾽ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
    τοῖς δ᾽ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
    τέρπωνται κατὰ θυμὸν, ἑὸν κακὸν ἀμφαγαπῶντες.

    • Γραμμές 42–58.
    • Alois Rzach (επιμ.), Hesiodi Carmina (Leipzig: B.G. Teubneri, 1908), σελ. 5556.
    • Hesiod: The Homeric Hymns and Homerica: With an English Translation by Hugh G. Evelyn-White, M.A. (New York: G. P. Putnam's Sons, 1920; ορίγ. 1914), σελ. 4, 6.  Το κείμενο αυτό διαφέρει ελαφρώς από την προηγούμενη.
  • δῆσε δ᾽ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
    δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίον᾽ ἐλάσσας·
    καί οἱ ἐπ᾽ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γ᾽ ἧπαρ
    ἤσθιεν ἀθάνατον, τὸ δ᾽ ἀέξετο ἶσον ἁπάντη
    νυκτός, ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
    • Γραμμές 521–525.
    • Alois Rzach (επιμ.), Hesiodi Carmina (Leipzig: B.G. Teubneri, 1908), σελ. 28.
    • Hesiod: The Homeric Hymns and Homerica: With an English Translation by Hugh G. Evelyn-White, M.A. (New York: G. P. Putnam's Sons, 1920; ορίγ. 1914), σελ. 116.  Το κείμενο αυτό διαφέρει ελαφρώς από την προηγούμενη.
  • ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·
    ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
    οὐκ ἐδίδου μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
    θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
    ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
    κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον αὐγὴν
    ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,
    Ζῆν᾽ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
    ὡς ἴδ᾽ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
    αὐτίκα δ᾽ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·

    • Γραμμές 561–570.
    • Alois Rzach (επιμ.), Hesiodi Carmina (Leipzig: B.G. Teubneri, 1908), σελ. 30.
    • Hesiod: The Homeric Hymns and Homerica: With an English Translation by Hugh G. Evelyn-White, M.A. (New York: G. P. Putnam's Sons, 1920; ορίγ. 1914), σελ. 120.  Το κείμενο αυτό διαφέρει ελαφρώς από την προηγούμενη.
  • τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
    θνητοῖσι κλέψας ὤπασεν.  τοιᾶσδέ τοι
    ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
    ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
    στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
    • Κράτος, να Ἥφαιστος.
    • Γραμμές 7–11.
  • τοιαῦτ' ἐπηύρου τοῦ φιλανθρώπου τρόπου.
    θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
    βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
  • ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
    • Κράτος, να Προμηθεύς.
    • Γραμμή 82.
  • ἴδεσθέ μ' οἷα πρὸς θεῶν πάσχω θεός.
    • Προμηθεύς, μόνος.
    • Γραμμή 92.
  • ἀλλ' οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
    οἷόν τέ μοι τάσδ' ἐστί.  θνητοῖς γὰρ γέρα
    πορὼν ἀνάγκαις ταῖσδ' ἐνέζευγμαι τάλας.
    ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
    πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
    πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
    τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
    ὑπαίθριος δεσμοῖς πεπασσαλευμένος.
    • Προμηθεύς, μόνος.
    • Γραμμές 106–113.
  • νέοι γὰρ οἰ-
    ακονόμοι κρατοῦσ' Ὀλύμπου.
    νεοχμοῖς δὲ δὴ νόμοις
    Ζεὺς ἀθέτως κρατύνει,
    τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
    • Χορός, ἀντ. α, να Προμηθεύς.
    • Γραμμές 147–151.
  • οἶδ' ὅτι τραχὺς καὶ παρ' ἑαυτῷ
    τὸ δίκαιον ἔχων Ζεὺς.  […]
    • Προμηθεύς, να Χορός.
    • Γραμμές 186–187.
  • […] τοιάδ' ἐξ ἐμοῦ
    ὁ τῶν θεῶν τύραννος ὠφελημένος
    κακαῖσι ποιναῖς ταῖσδέ μ' ἐξημείψατο.
    ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
    νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
    ὃ δ' οὖν ἐρωτᾶτ', αἰτίαν καθ' ἥντινα
    αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
    ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
    καθέζετ', εὐθὺς δαίμοσιν νέμει γέρα
    ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο
    ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
    οὐκ ἔσχεν οὐδέν', ἀλλ' ἀιστώσας γένος
    τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
    καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
    ἐγὼ δ' ἐτόλμησ'.  ἐξελυσάμην βροτοὺς
    τὸ μὴ διαῤῥαισθέντας εἰς Ἅιδου μολεῖν.
    τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
    πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ' ἰδεῖν.
    θνητοὺς δ' ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
    οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
    ὧδ' ἐῤῥύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
    • Προμηθεύς, να Χορός.
    • Γραμμές 221–241.
  • Προμηθεύς:  πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
    Χορός:  καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ' ἐφήμεροι;
    Προμηθεύς:  ἀφ' οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
    • Γραμμές 252–254.
  • ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι.
    θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
    • Προμηθεύς, να Χορός.
    • Γραμμές 266–267.
  • δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
    τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
    οἵαις ὑπ' αὐτοῦ πημοναῖσι κάμπτομαι.
  • ὡς τὴν Διὸς τυραννίδ' ἐκπέρσων βίᾳ.
    • Προμηθεύς, να Ωκεανός, για Τυφών.
    • Γραμμή 357.
  • ἀμέγαρτα γὰρ τάδε Ζεὺς
    ἰδίοις νόμοις κρατύνων
    • Χορός, στρ. α, να Προμηθεύς.
    • Γραμμές 402–403.
  • λέξω δέ, μέμψιν οὔτιν' ἀνθρώποις ἔχων,
    ἀλλ' ὧν δέδωκ' εὔνοιαν ἐξηγούμενος.
    οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
    κλύοντες οὐκ ἤκουον, ἀλλ' ὀνειράτων
    ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
    ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς
    δόμους προσείλους ἦσαν, οὐ ξυλουργίαν.
    κατώρυχες δ' ἔναιον ὥστ' ἀήσυροι
    μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
    ἦν δ' οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
    οὔτ' ἀνθεμώδους ἦρος οὔτε καρπίμου
    θέρους βέβαιον, ἀλλ' ἄτερ γνώμης τὸ πᾶν
    ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
    ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
    καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
    ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
    μνήμην ἁπάντων, μουσομήτορ' ἐργάνην.
    κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
    ζεύγλαισι δουλεύοντα σώμασίν θ' ὅπως
    θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
    γένοινθ', ὑφ' ἅρμα τ' ἤγαγον φιληνίους
    ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
    θαλασσόπλαγκτα δ' οὔτις ἄλλος ἀντ' ἐμοῦ
    λινόπτερ' ηὗρε ναυτίλων ὀχήματα.
    τοιαῦτα μηχανήματ' ἐξευρὼν τάλας
    βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ' ὅτῳ
    τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
    • Προμηθεύς, να Χορός.
    • Γραμμές 445–471.
  • τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
    οὐκ ἦν ἀλέξημ' οὐδέν, οὔτε βρώσιμον,
    οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων
    χρείᾳ κατεσκέλλοντο, πρίν γ' ἐγώ σφισιν
    ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
    αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
    • Προμηθεύς, να Χορός.
    • Γραμμές 478–483.
  • […]  ἔνερθε δὲ χθονὸς
    κεκρυμμέν' ἀνθρώποισιν ὠφελήματα,
    χαλκόν, σίδηρον, ἄργυρον χρυσόν τε, τίς
    φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ
    οὐδείς, σάφ' οἶδα, μὴ μάτην φλῦσαι θέλων.
    βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
    πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
    • Προμηθεύς, να Χορός.
    • Γραμμές 500–506.
  • […]  ἆρ' ὑμῖν δοκεῖ
    ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ' ὁμῶς
    βίαιος εἶναι;  […]
    • Προμηθεύς, να Χορός.
    • Γραμμές 735–737.
  • Ἰώ:  πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
    Προμηθεύς:  πρὸς αὐτὸς αὐτοῦ κενοφρόνων βουλευμάτων.
    • Γραμμές 761–762.
  • σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ' ἀεί.
    ἐμοὶ δ' ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
    δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον
    ὅπως θέλει.  δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
    ἀλλ' εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
    τὸν τοῦ τυράννου τοῦ νέου διάκονον.
    πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν
    • Προμηθεύς, να Χορός.
    • Γραμμές 937–943.
  • σεμνόστομός γε καὶ φρονήματος πλέως
    ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
    • Προμηθεύς, να Ερμής.
    • Γραμμές 953–954.

Εξωτερικοί σύνδεσμοι

[επεξεργασία]
Wikipedia logo
Wikipedia logo
Στη Βικιπαίδεια υπάρχει λήμμα σχετικό με:
Commons logo
Commons logo
Τα Κοινά έχουν φωτογραφίες και βίντεο σχετικά με αυτή τη σελίδα: